Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 198-3
Not analysed yet
εἰ δ’ ἀμερής ἐστιν, οὔτε ἀρχὴν ἔξει, ᾗ συνάπτει τῷ παρῳχημένῳ, οὔτε πέρας, ᾧ συνάπτει τῷ μέλλοντι· τὸ γὰρ ἀρχὴν ἔχον καὶ πέρας οὐκ ἀμέριστόν ἐστιν. εἰ δὲ μήτε ἀρχὴν ἔχει μήτε πέρας, οὐδὲ μέσον ἔχει· κατὰ γὰρ τὴν ὡς ταῦτα σύμβλησιν νοεῖται τὸ μέσον. μήτε δὲ ἀρχὴν ἔχων μήτε πέρας μήτε μέσον οὐδ’ ὅλως ἔσται.