Ancient Greek
ΠΡΟΣ ΑΡΙΘΜΗΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 2-3
Not analysed yet
Καθόλου μὲν οὖν οἱ ἀπὸ τῶν μαθημάτων Πυθαγορι- κοὶ μεγάλην ἀπονέμουσι δύναμιν τοῖς ἀριθμοῖς ὡς τῆς τῶν ὅλων φύσεως κατ’ αὐτοὺς διοικουμένης. ὅθεν καὶ ἀεί ποτε ἐπεφώνουν τὸ (Simpl. in Arist. phys. p. 1102,22 Diels) ἀριθμῷ δέ τε πάντʼ ἐπέοικεν, |ὀμνύοντες οὐ μόνον τὸν ἀριθμὸν ἀλλὰ καὶ τὸν ὑποδεί- ξαντα αὐτοῖς τοῦτον Πυθαγόραν ὡς θεὸν διὰ τὴν ἐν ἀριθ- μητικῇ δύναμιν, λέγοντες οὐ μὰ τὸν ἁμετέρᾳ ψυχᾷ παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσεως ῥιζώματ’ ἔχουσαν. (B 15 Diels)