Ancient Greek
2 to 8
Sextus Empiricus, Adversus mathematicos 2-5-8
Not analysed yet
κατα- χρηστικώτερον δὲ ἐνίοτε προσαγορεύειν εἰώθαμεν τῷ αὐτῷ ὀνόματι καὶ τὴν ἔν τινι πράγματι κατόρθωσιν. οὕτω γοῦν μεμουσωμένον τι ἔργον φαμέν, κἂν ζωγραφίας μέρος ὑπάρχῃ, καὶ μεμουσῶσθαι τὸν ἐν τούτῳ κατορθώσαντα ζωγράφον. ἀλλὰ δὴ κατὰ τοσούτους τρόπους νοουμένης τῆς μουσικῆς, πρόκειται νῦν ποιεῖσθαι τὴν ἀντίρρησιν οὐ μὰ Δία πρὸς ἄλλην τινὰ ἢ πρὸς τὴν κατὰ τὸ πρῶτον νοουμένην σημαινόμενον αὕτη γὰρ καὶ ἐντελεστάτη παρὰ τὰς ἄλλας μουσικὰς δοκεῖ καθεστηκέναι. τῆς δὲ ἀντιρ- ῥήσεως, καθάπερ καὶ ἐπὶ γραμματικῆς, διττόν ἐστι |τὸ εἶδος. οἱ μέν οὖν δογματικώτερον ἐπεχείρησαν διδάσκειν ὅτι οὐκ ἀναγκαῖόν ἐστι μάθημα πρὸς εὐδαιμονίαν μου- σική, ἀλλὰ βλαπτικὸν μᾶλλον, καὶ τοῦτο δείκνυσθαι ἔκ τε τοῦ διαβάλλεσθαι τὰ πρὸς τῶν μουσικῶν λεγόμενα καὶ ἐκ τοῦ τοὺς προηγουμένους λόγους ἀνασκευῆς ἀξιοῦ- σθαι· οἱ δὲ ἀπορητικώτερον πάσης ἀποστάντες τῆς τοι- αύτης ἀντιρρήσεως ἐν τῷ σαλεύειν τὰς ἀρχικὰς ὑποθέ- σεις τῶν μουσικῶν ᾠήθησαν καὶ τὴν ὅλην ἀνῃρῆσθαι μουσικήν. ὅθεν καὶ ἡμεῖς ὑπέρ τοῦ μὴ δοκεῖν τι τῆς δι- δασκαλίας χρεωκοπτεῖν, τὸν ἑκατέρου δόγματος ἀπορήμα- τος χαρακτῆρα κεφαλαιωδέστερον ἐφοδεύσομεν (§§19 —37 et 38— 67), μήτε ἐν τοῖς παρέλκουσιν ὑπερεκπίπτον- τες εἰς μακρὰς διεξόδους μήτε ἐν τοῖς ἀναγκαμιοτέροις ὑστεροῦντες πρὸς τὴν τῶν ἐπειγόντων ἔκθεσιν, ἀλλὰ μέ- σην καὶ μεμετρημένην κατὰ τὸ δυνατὸν ποιούμενοι τὴν διδασκαλίαν. Τάξει δὲ ἀρχέτω πρῶτον τὰ ὑπέρ μουσικῆς παρὰ τοῖς πολλοῖς εἰωθότα θρυλεῖσθαι. εἴπερ τοίνυν, φασί, φιλοσο- φίαν ἀποδεχόμεθα σωφρονίζουσαν τὸν ἀνθρώπινον βίον καὶ τὰ ψυχικὰ πάθη καταστέλλουσαν, πολλῷ μᾶλλον ἀπο- δεχόμεθα τὴν μουσικήν, ὅτι οὐ βιαστικώτερον ἐπιτάτ- τουσα ἡμῖν ἀλλὰ μετὰ θελγούσης τινὸς πειθοῦς τῶν αὐ- τῶν ἀποτελεσμάτων περιγίνεται ὧνπερ καὶ ἡ φιλοσοφία. ὁ γοῦν Πυθαγόρας μειράκια ὑπὸ μέθης ἐκβεβακχευμένα ποτέ θεασάμενος ὡς μηδὲν τῶν μεμηνότων διαφέρειν, παρ- ῄνεσε τῷ συνεπικωμάζοντι τούτοις αὐλητῇ τὸ σπονδεῖον αὐτοῖς ἐπαυλῆσαι μέλος τοῦ δέ τὸ προσταχθὲν ποιή- σαντος οὕτως αἰφνίδιον μεταβαλεῖν σωυφρονισθέντας ὡς εἰ καὶ τὴν ἀρχὴν ἔνηφον.