Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 200
Not analysed yet
πάντων οὖν τῶν ὄντων τὰ πάθη κριτήριά ἐστι καὶ τέλη, ζῶμέν τε, φασίν, ἑπόμενοι τούτοις, ἐναργείᾳ τε καὶ εὐδοκήσει προσέχοντες, ἐναργείᾳ μὲν κατὰ τὰ ἄλλα πάθη, εὐδοκήσει δὲ κατὰ τὴν ἡδονήν. Τοιαῦτα μὲν καὶ οἱ Κυρηναϊκοί, συστέλλοντες μᾶλλον τὸ κριτήριον παρὰ τοὺς περὶ τὸν Πλάτωνα· ἐκεῖνοι μὲν γὰρ σύνθετον αὐτὸ ἐποίουν ἔκ τε <τῆς> ἐναργείας καὶ τοῦ οὗτοι δὲ ἐν μόναις αὐτὸ ταῖς ἐναργείαις καὶ τοῖς πάθεσιν ὁρίζουσιν.