Ancient Greek
200 to 202
Sextus Empiricus, Adversus mathematicos 200-3-202
Not analysed yet
πολλῶν γε μὴν γινομένων καὶ φθειρομένων αὐξομένων τε καὶ μειουμένων κινουμένων τε καὶ ἀκινητιζόντων, ἐξ ἀνάγκης ὁμολογεῖν δεῖ τὸ εἶναί τινα τούτων αἴτια, τὰ μὲν γενέσεως τὰ δὲ φθορᾶς, καὶ τὰ μὲν αὐξήσεως τὰ δὲ μειώσεως καὶ ἤδη κινήσεως ἤ ἀκινησίας. σὺν τῷ κἂν μὴ ὑπάρχῃ ταῦτα τὰ ἀποτελέσματα, φαίνηται δὲ μόνον, πάλιν εἰσάγεσθαι τὴν ὕπαρξιν τῶν αἰτίων· τοῦ γὰρ φαίνεσθαι μὲν ἡμῖν αὐτὰ ὧς ὑποκείμενα, μὴ ὑποκεῖσθαι δέ, αἴτιόν τι καθέστηκεν. καὶ μὴν εἰ μηδέν ἐστιν αἴτιον, πάντα ἐκ παντὸς δεήσει γίνεσθαι καὶ ἐν παντὶ τόπῳ, ἔτι καὶ κατὰ πάντα καιρόν. ὅπερ ἄτοπον· εὐθέως γὰρ εἰ μηδέν ἐστιν αἴτιον, οὐδὲν τὸ κωλῦον ἐξ ἀνθρώπου ἵππον συνίστασθαι.