Ancient Greek
200 to 201
Sextus Empiricus, Adversus mathematicos 200-4-201
Not analysed yet
ἀλλ’ εἰ τριῶν ὄντων, παρῳχημένου καὶ μέλλοντος καὶ ἐνεστῶτος, δέδεικται τούτων μηδεὶς ὑπάρχων, οὐκ ἂν εἴη τις χρόνος. Οἱ δὲ λέγοντες τὸν ἐνεστῶτα χρόνον πέρας μὲν εἶναι τοῦ παρῳχημένου, ἀρχὴν δὲ τοῦ μέλλοντος, ἐκ δυεῖν ἀνυπάρκτων χρόνων ἔνα ποιοῦντες, οὐχ ἔνα μόνον, ἀλλὰ καὶ πάντα χρόνον ἀνύπαρκτον ποιοῦσιν. ἄλλως τε· εἰ πέρας ἐστὶ τοῦ παρῳχημένου ὁ ἐνεστὼς χρόνος, τὸ δὲ πέρας τοῦ παρῳχημένου συμπαρᾠχηκε τῷ οὗ ἐστι πέρας, οὐκέτι ἔσται ὁ ἐνεστὼς χρόνος, εἴπερ πέρας ἐστὶ τοῦ παρῳχημένου.