Ancient Greek
202 to 203
Sextus Empiricus, Adversus mathematicos 202-203
Not analysed yet
τῇ ἄρα συνηθεία ἐκβάλ- λοντες τὴν συνήθειαν τὸ αὐτὸ πιστὸν ἅμα καὶ ἄπιστον ποιήσουσιν. ἐκτὸς εἰ μή τι φήσουσι μὴ τὴν αὐτὴν συν- ήθειαν ἐκβάλλειν ἄμα καὶ προσίεσθαι, ἀλλʼ ὅλην μὲν ἐκ- βάλλειν ἄλλην δέ προσίεσθαι. ὅπερ καὶ λέγουσιν οἱ ἀπὸ Πινδαρίωνος. ἀναλογία, φασίν, ὁμολογουμένως ἐκ τῆς συνηθείας ὁρμᾶται· ἔστι γὰρ ὁμοίου τε καὶ ἀνομοίου θεω- ρία, τὸ δέ ὅμοιον καὶ ἀνόμοιον ἐκ τῆς δεδοκιμασμένης λαμβάνεται συνηθείας, δεδοκιμασμένη δὲ καὶ ἀρχαιοτάτη ἐστὶν ἡ Ὁμήρου ποίησις· ποίημα γὰρ οὐδὲν πρεσβύτερον ἧκεν εἰς ἡμᾶς τῆς ἐκείνου ποιήσεως· διαλεξόμεθα ἄρα τ ῇ Ὁμήρου κατακολουθοῦντες συνηθείᾳ.