Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 202-5
Not analysed yet
ἐοίκασι δ’ οἱ ταύτῃ χρώμενοι τῇ ὑπαντήσει ἐθελοκωφεῖν καὶ πάντα μᾶλ- λοὶ ἢ πρὸς τὸ ἐπιζητούμενόν τι λέγειν. ἡμῶν γὰρ ἄντικρυς δεικνύντων, ὅτι οὐδὲν ἴδιόν ἐστι τοῦ φρονοῦντος ἔργον, ᾧ διαφέρει τῶν μὴ φρονίμων, ἀλλὰ πᾶν τὸ γινόμενον ὑπὸ αὐτοῦ, τοῦτο καὶ ὑπὸ τῶν μὴ σπουδαίων γίνεσθαι, αὐτοὶ τοῦτο μὲν οὐκ ἴσχυσαν ἀνελεῖν, ἔξωθεν δέ φασιν, ὅτι τὸ κοινὸν ἔργον ὁτὲ μὲν ἀπὸ φρονίμης γίνεται διαθέσεως, ὁτὲ δὲ ἀπὸ φαύλης.