Ancient Greek
204 to 205
Sextus Empiricus, Adversus mathematicos 204-2-205
Not analysed yet
καὶ ἐπὶ τῶν κατὰ μέρος τὸ παραπλήσιον χρὴ λογίζεσθαι. τὸ γὰρ ὁρατὸν οὐ μόνον φαίνεται ὁρατόν, ἀλλὰ καὶ ἔστι τοιοῦτον ὁποῖον φαίνεται· καὶ τὸ ἀκουστὸν ὢ οὐ μόνον φαίνεται ἀκουστόν, ἀλλὰ καὶ ταῖς ἀληθείαις τοιοῦτον ὑπῆρχεν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. γίνονται οὖν πᾶσαι αἱ φαντασίαι ἀληθεῖς. καὶ κατὰ λόγον· εἰ γὰρ ἀληθὴς λέγεται φαντασία, φασὶν οἱ Ἐπικούρειοι, ὅταν ἀπὸ ὑπάρχοντός τε καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον γίνηται, πᾶσα δὲ φαντασία ἀπὸ ὑπάρχοντος τοῦ φανταστοῦ καὶ κατ’ αὐτὸ τὸ φανταστὸν συνίσταται, πᾶσα κατ’ ἀνάγκην φαντασία ἐστὶν ἀληθής.