Ancient Greek
204 to 209
Sextus Empiricus, Adversus mathematicos 204-3-209
Not analysed yet
ὡσαύτως δὲ καὶ παρὰ τοῖς τὰ οὐράνια πραγματευσαμένοις, καθάπερ Ἀράτω καὶ Ἀλεξάνδρῳ τῷ Αἰτωλῷ, κατὰ ταὐτὰ δὲ καὶ τοῖς ἐμπειρικῶς ἰατρεύουσιν, οἶον τὸ ἔρευθος καὶ ἡ κυρτότης τῶν ἀγγείων καὶ τὸ δίψος καὶ τὰ ἄλλα, ὧν ὁ μὴ διδαχθεὶς οὐκ ἀντιλαμβάνεται ὧς σημείων. οὐκ ἄρα αἰσθητόν ἐστι τὸ σημεῖον· εἰ γὰρ τὸ μὲν αἰσθητὸν ἀδίδακτον, τὸ δὲ σημεῖον ὧς σημεῖόν ἐστι διδακτόν, οὐκ ἂν εἴη τὸ σημεῖον αἰσθητόν. τό τε αἰσθητόν, ᾗ αἰσθητόν ἐστι, κατὰ διαφορὰν νοεῖται, οἷον τὸ λευκόν, τὸ μέλαν, γλυκὺ πικρόν, πᾶν τὸ τοιουτῶδες. τὸ δὲ σημεῖον, ᾗ σημεῖόν ἐστι, τῶν πρός τι καθέστηκεν· κατὰ γὰρ τὴν ὧς πρὸς τὸ σημειωτὸν σχέσιν ἐθεωρεῖτο. οὐκ ἄρα τῶν αἰσθητῶν ἐστι τὸ σημεῖον. καὶ μὴν πᾶν αἰσθητόν, ὧς ἡ κλῆσις παρίστησιν, αἰσθήσει ληπτόν ἐστι, τὸ δὲ σημεῖον ὧς σημεῖον οὐκ αἰσθήσει λαμβάνεται ἀλλὰ διανοίᾳ. λέγομεν γοῦν ἀληθὲς εἶναι σημεῖον καὶ ψεῦδος, τὸ δὲ ἀληθὲς καὶ ψεῦδος οὐκ ἔστιν αἰσθητόν· ἀξίωμα γὰρ ἑκάτερον, τὸ δὲ ἀξίωμα οὐ τῶν αἰσθητῶν ἀλλὰ τῶν νοητῶν ὑπῆρχεν. λεκτέον ἄρα μὴ εἶναι τῶν αἰσθητῶν τὸ σημεῖον. Ἐπιχειρητέον δὲ καὶ οὕτως· εἴπερ αἰσθητόν ἐστι τὸ ἐνδεικτικὸν σημεῖον, πολὺ πρότερον ὀφείλει τὸ αἰσθητόν τινος ἐνδεικτικὸν ὑπάρχειν· ὅπερ οὐχ οὕτως εἶχεν. εἰ γὰρ ἐνδείκνυταί τι τὸ αἰσθητόν, ἤτοι τὸ ὁμογενὲς τοῦ ὁμογενοῦς ἔσται ἐνδεικτικὸν ἢ τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς· οὔτε δὲ τὸ ὁμογενὲς τοῦ ὁμογενοῦς οὔτε τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς· οὐκ ἄρα ἐνδεικτικόν τινός τὸ αἰσθητόν. οἶον ἔστω μηδέποτε ἡμᾶς καθ’ ὑπόθεσιν λευκῷ περιπεπτωκέναι χρώματι, μηδὲ μέλανι, πρώτως δὲ ὁρᾶν τὸ λευκόν. ἀλλ’ οὐκ ἂν ἰσχύσαιμεν ἀπὸ τῆς τούτου καταλήψεως τὸ μέλαν καταλαμβάνεσθαι χρῶμα·