Ancient Greek
205 to 211
Sextus Empiricus, Adversus mathematicos 205-211
Not analysed yet
καὶ εἰ ἀρχαιότατος δὲ ὁμολογοῖτο τυγχάνειν Ὅμηρος, οὐδὲν εἴρηται ὑπὸ τοῦ Πινδαρίωνος ἱκνούμενον. ὥσπερ γὰρ προηποροῦμεν περὶ τοῦ πότερόν τε τῇ συνηθεία ἢ τῇ ἀναλογίᾳ χρηστέον, οὕτω καὶ νῦν διαπορήσομεν πότερον τῇ συνηθεία ἢ τῇ ἀναλογίᾳ, καὶ εἰ τῇ συνηθεία, ἄρα τῇ καθʼ Ὅμηρον ἢ τῇ τῶν ἄλλων ἀνθρώπων· πρὸς ὅπερ οὐδὲν εἴρηται. εἶτα κἀκείνην μάλιστα δεῖ τὴν συνήθειαν μεταδιώκειν ᾗ προσχρώμενοι οὐ γελασθησόμεθα τῇ δὲ Ὁμηρικῇ κατακολουθοῦντες οὐ χωρὶς γέλωτος ἑλληνιοῦ- μεν, μάρτυροι λέγοντες καὶ ‘σπάρτα λέλυνταιʼ καὶ ἄλλαι τούτων ἀτοπώτερα. τοίνυν οὐδʼ οὖτός ἐστιν ὁ λόγος ὑγιής, μετὰ καὶ τοῦ συγκεχωρῆσθαι τὸ κατασκευαζόμενον ὑφʼ ἡμῶν, τουτέστι τὸ μὴ χρῆσθαι ἀναλογίρ. τί γὰρ διήνεγκεν εἴτ’ ἐπὶ τὴν τῶν πολλῶν εἴτ᾿ ἐπὶ τὴν Ὁμήρου συνήθειαν ἐλ- θεῖν; ὡς γὰρ ἐπὶ τῆς τῶν πολλῶν τηρήσεως ἐστι χρεία ἆλλ’ οὐ τεχνικῆς ἀναλογίας, οὕτω καὶ ἐπὶ τῆς Ὁμήρου· τηρήσαντες γὰρ αὐτοὶ πῶς εἴωθε λέγειν, οὕτω καὶ δια- λεξόμεθα. τὸ δὲ ὅλον, ὡς αὐτὸς Ὅμηρος οὐκ ἀναλογίᾳ προσεχρήσατο ἀλλὰ τῇ τῶν κατ’ αὐτὸν ἀνθρώπων συν- ηθείᾳ κατηκολούθησεν, οὕτω καὶ ἡμεῖς οὐκ ἀναλογίας πάντως ἑξόμεθα βεβαιωτὴν ἐχούση〈ς〉 Ὅμηρον, ἀλλὰ τὴν συνήθειαν τῶν καθʼ αὑτοὺς ἀνθρώπων παραπλασόμεθα. Ἄρτι μὲν οὖν ἐκ τῆς πρὸς τοὺς γραμματικοὺς ἀκο- λουθίας συνῆκται τὸ παρέλκειν μέν τὴν ἀναλογίαν πρὸς ἑλληνισμόν, εὐχρηστεῖν δέ τὴν τῆς συνηθείας παρατήρη- σιν δῆλον δέ ἴσως ἔσται ἐκ τῶν ῥητῶν. ὁριζόμενοι γὰρ τόν τε βαρβαρισμὸν καὶ τὸν σολοικισμόν φασὶ βαρβα- ρισμός ἐστι παράπτωσις ἐν ἁπλῇ λέξει παρὰ τὴν κοινὴν συνήθειαν ʼ καὶ ʼσολοικισμός ἐστι παράπτωσις ἀσυνήθης κατὰ τὴν ὅλην σύνταξιν καὶ ἀνακόλουθοςʼ. πρὸς ἄ δυνά- μεθα λέγειν εὐθύῃ· ἀλλʼ εἰ ὁ μὲν βαρβαρισμός ἐστιν ἐν ἁπλῇ λέξει ὁ δὲ σολοικισμὸς ἐν συνθέσει λέξεων, δέδεικ- ται δέ ἔμπροσθεν ὡς οὐτε ἁπλῆ ἔστι λέξις τις οὔτε σύν- θεσις λέξεων, οὐδέν ἐστι βαρβαρισμὸς ἢ σολοικισμός.