Ancient Greek
206 to 207
Sextus Empiricus, Adversus mathematicos 206-3-207
Not analysed yet
τοίνυν οὐδὲν ὠφελεῖ αὐτούς τὸ ὁμολογεῖν μὲν κοινὰ εἶναι τὰ ὑπό τε τοῦ σοφοῦ γινόμενα ἔργα καὶ τὰ ὑπὸ τοῦ μὴ σοφοῦ, διαφέρειν δ’ αὐτὰ τῷ νυνὶ μὲν ἀπὸ φρονίμης γίνεσθαι διαθέσεως, νυνὶ δὲ ἀπὸ ἄφρονος. Ἄλλοι δέ εἰσιν οἱ τῷ διομαλισμῷ καὶ τάξει ταῦτα διορίζεσθαι νομίζοντες. καθὰ γὰρ ἐπὶ τῶν μέσων τεχνῶν ἴδιόν ἐστι τοῦ τεχνίτου τὸ τεταγμένως τι ποιεῖν καὶ τὸ ἐν τοῖς ἀποτελέσμασι διομαλίζειν (ποιήσαι γὰρ ἄν ποτε καὶ ἰδιώτης τὸ τεχνικὸν ἔργον, ἀλλὰ σπανίως καὶ οὐ πάντοτε, οὐδὲ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως), ὧδε καὶ τοῦ μὲν φρονίμου φασὶν ἔργον εἶναι τὸ ἐν τοῖς κατορθώμασι διομαλίζειν, τοῦ δὲ ἄφρονος τοὐναντίον.