Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 21-5
Not analysed yet
ὅταν γάρ, φησίν, ἐν τῷ ὑπνοῦν καθ’ αὐτὴν γένηται ἡ ψυχή, τότε τὴν ἴδιον ἀπολαβοῦσα φύσιν προμαντεύεταί τε καὶ προαγορεύει τὰ μέλλοντα. τοιαύτη δέ ἐστι καὶ ἐν τῷ κατὰ τὸν θάνατον χωρίζεσθαι τῶν σωμάτων. ἀποδέχεται γοῦν καὶ τὸν ποιητὴν Ὅμηρον μηρὸν ὡς τοῦτο παρατηρήσαντα· πεποίηκε γὰρ τὸν μὲν Πάτροκλον ἐν τῷ ἀναιρεῖσθαι προαγορεύοντα περὶ τῆς Ἕκτορος ἀν’ αἱρέσεως, τὸν δ’ Ἕκτορα περὶ τῆς Ἀχιλλέως τελευτῆς. ἐκ οὖν, φησίν, ὑπενόησαν οἱ ἄνθρωποι εἶναί τι θεῖον. τὸ καθ’ ἑαυτὸ ἐοικὸς τῇ ψυχῇ καὶ πάντων ἐπιστημονικώτατον.