Ancient Greek
211 to 213
Sextus Empiricus, Adversus mathematicos 211-213
Not analysed yet
οὐκοῦν τῶν δοξῶν κατὰ καταψεύδεσθαι αἱ μὲν ἀληθεῖς εἰσιν αἱ δὲ ψευδεῖς, ἀληθεὶς μὲν αἱ τε ἐπιμαρτυρούμεναι καὶ οὐκ ἀντιμαρτυρούμεναι πρὸς τῆς ἐναργείας, ψευδεῖς δὲ αἱ τε ἀντιμαρτυρούμεναι καὶ οὐκ ἐπιμαρτυρούμεναι πρὸς τῆς ἐναργείας. ἔστι δὲ ἐπιμαρτύρησις μὲν κατάληψις δι’ ἐναργείας τοῦ τὸ δοξαζόμενον τοιοῦτον εἶναι ὁποῖόν ποτε ἐδοξάζετο, οἷον Πλάτωνος μακρόθεν κρόθεν προσιόντος εἰκάζω μὲν καὶ δοξάζω παρὰ τὸ διάστημα στῆμα ὅτι Πλάτων’ ἐστί, προσπελάσαντος δὲ αὐτοῦ προσεμαρτυρήθη μαρτυρήθη ὅτι ὁ Πλάτων’ ἐστί, συναιρεθέντος τοῦ καὶ ἐπεμαρτυρήθη δι’ αὐτῆς τῆς ἐναργείας. οὐκ ἀντιμαρτύρησις δέ ἐστιν ἀκολουθία τοῦ ὑποσταθέντος καὶ δοξασθέντος ἀδήλου τῷ φαινομένῳ, οἷον ὁ Ἐπίκουρος λέγων εἶναι κενόν, ὅπερ ἐστὶν ἄδηλον, πιστοῦται δι’ ἐναργοῦς γοῦς πράγματος τοῦτο, τῆς κινήσεως· μὴ οὐδὲ κίνησις ὤφειλεν εἶναι, τόπον μὴ ἔχοντος τοῦ κινουμένου σώματος εἰς ὃν περιστήσεται διὰ τὸ πάντα εἷναι πλήρη καὶ ναστά,