Ancient Greek
211 to 212
Sextus Empiricus, Adversus mathematicos 211-2-212
Not analysed yet
καὶ μὴν οὐδὲ τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς, οἶον τὸ ὁρατὸν τοῦ ἀκουστοῦ ἢ τὸ ἀκουστὸν τοῦ γευστοῦ ἢ ὀσφραντοῦ· οὐ γὰρ ἐὰν ὀσφραίνηταί τις εὐώδους τινός, εἰς κατάληψιν ἔρχεται λευκοῦ χρώματος, οὐδὲ φωνῆς ἀντιλαμβανόμενος γλυκαίνεται τὴν γεῦσιν. καίτοι μακρόν ἐστι ζητεῖν, εἰ δύναται τὸ ὁμογενὲς τοῦ ὁμογενοῦς καὶ τὸ ἀνομογενὲς τοῦ ἀνομογενοῦς εἶναι σημεῖον, ὅτε καὶ τὸ τούτου ἔγγιον ἀπελπίσειεν ἄν τις νοῦν ἔχων, φημὶ δὲ τὸ μηδὲ ἑαυτοῦ δύνασθαι ἐνδεικτικὸν εἶναι τὸ αἰσθητόν.