Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 214
Not analysed yet
Πλὴν τοιαῦτα μέν πολλὰ πρὸς τοὺς γραμματικοὺς ἐν- δέχεται λέγειν ἵνα δέ μμιὴ δοκῶμεν ἐν πᾶσιν ἀπορητικοὶ τυγχάνειν, ἐπὶ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀναδραμόντες φή- σομεν ὡς εἴπερ ὁ βαρβαρισμὸς παράπτωσίς ἐστι παρὰ τὴν κοινὴν συνήθειαν ἐν μιᾷ λέξει θεωρούμενος, ὡσαύ- τως δέ καὶ ὁ σολοικισμὸς ἐν πολλαῖς λέξεσι τὴν ὑπόστα- σιν λαμβάνων, καὶ ἔστι βάρβαρον μιὲν τὸ †τράπεζα διὰ τὸ μὴ σύνηθες εἶναι τὸ ῥῆμα, σόλοικον δὲ τὸ πολλὰ περι- πατήσας κοπιᾷ μου τὰ σκέλη’ διὰ τὸ μὴ λέγεσθαι τῇ κοινῇ συνηθείρ, ὡμολόγηται ὅτι ἡ μὲν ἀναλογικὴ τέχνη ὄνομα κενόν ἐστι πρὸς τὸ μὴ βαρβαρίζειν ἢ σολοικίζειν, δεῖ δέ τὴν συνήθειαν παρατηρεῖν καὶ ἀκολούθως αὐτῇ διαλέγεσθαι.