Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 217-2
Not analysed yet
καὶ ὅτι τῷ ὄντι οὕτως ἔχει, μικρὸν ὕστερον (§234 sqq.) διδάξομεν· νῦν δ’ ὡς ὑγιῆ ἐστιν αὐτοῦ τὰ λήμματα καὶ ἕπεται τούτοις ἡ ἐπιφορά, ἁπλούστερον ἀποδείξομεν. αὐτίκα τοίνυν τὸ συνημμένον ἀληθές ἐστιν. ἕπεται γὰρ τῷ κατ’ αὐτὸ συμπεπλεγμένῳ τὸ λῆγον, τουτέστι τῷ “τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα” τὸ τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεσθαι.