Ancient Greek
22 to 24
Sextus Empiricus, Adversus mathematicos 22-8-24
Not analysed yet
εἰ δὲ μεθίσταται τὸ κενόν, ἔσται σῶμα τὸ κενόν· τὸ γὰρ μεθιστάμενον <εἰς> τόπον ἐκ τόπου σῶμά ἐστιν. οὐχὶ δέ γε σῶμά ἐστι τὸ κενόν, ὥστε οὐδὲ μεθίσταται ἐπιόντος αὐτῷ τοῦ σώματος. καὶ ἄλλως· εἰ μεθίσταται τοῦ σώματος ἐπιόντος, οὐκέτι δέξεται τὸ σῶμα· ὃ καὶ αὐτὸ τῶν ἀτόπων. λείπεται ἄρα λέγειν φθείρεσθαι τὸ κενόν· ὃ πάλιν ἀδύνατον. εἰ γὰρ φθείρεται, ἐν μεταβολῇ καὶ κινήσει γίνεται, καὶ εἰ φθείρεται, γενητόν ἐστι· τὸ δ’ ἐν μεταβολῇ καὶ κινήσει γινόμενον γενητόν τε καὶ φθαρτὸν σῶμα καθέστηκεν· ὥστε οὐδὲ φθείρεται τὸ κενόν. καὶ οὓτως, εἰ μήτε σῶμά ἐστιν ὁ τόπος, ὡς παρεστήσαμεν, μήτε κενόν, ὧς ὑπεμνήσαμεν, οὐκ ἂν εἴη τις τόπος. Πρὸς τούτοις ἔτι· εἰ ὁ τόπος περιεκτικὸς ἰκὸς νοεῖται τοῦ σώματος, τὸ δὲ περιέχον ἐκτός ἐστι τοῦ περιεχομένου, κατ’ ἀνάγκην, εἰ ἔστιν ὁ τόπος, ὀφείλει τι τούτων τυγχάνειν ὧν τὸ μέν ἐστιν ὕλη, τὸ δὲ εἶδος, τὸ δὲ μεταξὺ διάστημα τῶν ἐσχάτων τοῦ σώματος περάτων, τὸ δὲ πέρατα ἔσχατα.