Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 220-3
Not analysed yet
καὶ ἄλλως· εἰ τὸ μὴ ὂν διδάσκεται, ἀληθὲς ἔσται τὸ μὴ ὄν· τῶν γὰρ ἀληθῶν ἐστιν ἡ μάθησις. εἰ δὲ ἀληθὲς ἔσται τὸ μὴ ὄν, εὐθύς καὶ ὑπαρκτὸν γενήσεται· ἀληθὲς γοῦν φασιν οἱ Στωικοὶ (cf. II fr. 195 Arn.) ὃ ὑπάρχει τε καὶ ἀντίκειταί τινι. ἄτοπον δέ γε τὸ μὴ ὂν ὑπάρχειν· οὐκ ἄρα τὸ μὴ ὂν διδάσκεται. τό γε μὴν διδασκόμενον κινοῦν φαντασίαν διδάσκεται, τὸ δὲ μὴ ὄν οὐ δύναται κινεῖν φαντασίαν· οὒκ ἄρα διδακτόν ἐστι τὸ μὴ ὄν.