Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 222
Not analysed yet
λαμβα- νέσθω δὲ εἰς τοῦτο παραδείγματα ἀπʼ αὐτῶν τῶν γραμ- ματικῶν. ζητήσεως γὰρ οὐσης ἐπί τινος τῶν κατὰ μέρος ὀνομάτων, οἷον ἐπὶ τοῦ εὐμενής, πότερον χωορἰς τοῦ σ προενεκτέον ἐστὶ τὴν πλάγιον πτῶσιν, εὐμενοῦ λέγοντας, ἢ σὺν τῷ σ, εὐμενοῦς, πάρεισιν οἱ γραμματικοὶ καθολι- κόν τι προφερόμενοι καὶ ἀπὸ τούτου τὸ ζητούμενον βε- βαιοῦντες. φασὶ γὰρ ‘πᾶν ὄνομα ἁπλοῦν, εἰς ης λῆγον, ὀξύτονον, τουτὶ ἐξ ἀνάγκης σὺν τῷ σ κατὰ τὴν γενικὴν ἐξενεχθήσεται, οἷον εὐφυής εὐφυοῦς, εὐσεβής εὐσεβοῦς, εὐκλεής εὐκλεοῦς· τοίνυν καὶ τὸ εὐμενής ὀξυτόνως ἐκφε- ρόμενον παραπλησίως τούτοις διὰ τοῦ σ ἐπὶ τῆς γενικῆς προενεκτέον, εὐμενοῦς λέγοντας. .