Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 224-4
Not analysed yet
Καὶ ἄλλως· ἐπεὶ τῶν τινῶν τὰ μέν ἐστι σώματα, τὰ δὲ ἀσώματα, εἰ διδάσκεταί τι, ἤτοι τὸ σῶμα διδάσκεται ἢ τὸ ἀσώματον· οὔτε δὲ τὸ σῶμα διδάσκεται οὔτε τὸ ἀσώματον· οὐκ ἄρα διδάσκεταί <τι>. τὸ μὲν οὖν σῶμα διδάσκεται, καὶ μάλιστα κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς (fr. II 170 Arn.) · λεκτὰ γάρ ἐστι τὰ διδασκόμενα, σώματα δ’ οὐκ ἐστι τὰ λεκτὰ.