Ancient Greek
227 to 231
Sextus Empiricus, Adversus mathematicos 227-2-231
Not analysed yet
ἀπολειπομένης δ’ ἔτι τῆς Στωικῆς δόξης (fr. II 56 Arn.) παρακειμένως καὶ περὶ ταύτης λέγωμεν. τοίνυν φασὶν ἀληθείας εἷναι οἱ ἄνδρες οὗτοι τὴν καταληπτικὴν φαντασίαν. ταύτην δ’ εἰσόμεθα πρότερον γνόντες, τί ποτέ ἐστι κατ’ αὐτοὺς ἡ φαντασία καὶ τίνες ἐπ’ εἴδους ταύτης διαφοραί. φαντασία οὖν ἐστι κατ’ αὐτοὺς τύπωσις ἐν ψυχῇ. περὶ ἧς εὐθὺς καὶ διέστησαν· Κλεάνθης (fr. 484 Arn.) μὲν γὰρ ἤκουσε τὴν τύπωσιν κατὰ εἰσοχήν τε καὶ ἐξοχήν, ὥσπερ καὶ <τὴν> διὰ τῶν δακτυλίων γινομένην τοῦ κηροῦ τύπωσιν, Χρύσιππος δὲ ἄτοπον ἡγεῖτο τὸ τοιοῦτον. πρῶτον μὲν γάρ, φησί, δεήσει τῆς διανοίας ὑφ’ ἔν ποτε τρίγωνόν τι καὶ τετράγωνον φαντασιουμένης τὸ αὐτὸ σῶμα κατὰ τὸν αὐτὸν χρόνον διαφέροντα ἔχειν περὶ αὐτῷ σχήματα ἅμα τε τρίγωνον καὶ τετράγωνον γίνεσθαι ἢ καὶ περιφερές, ὅπερ ἐστὶν ἄτοπον· εἶτα, πολλῶν ἅμα φαντασιῶν ὑφισταμένων ἐν ἡμῖν, παμπληθεῖς καὶ τοὺς σχηματισμοὺς ἕξειν τὴν ψυχήν, ὃ τοῦ προτέρου χεῖρόν ἐστιν. αὐτὸς οὖν τὴν τύπωσιν εἰρῆσθαι ὑπὸ τοῦ Ζήνωνος (fr. 58 Arn.) ὑπενόει ἀντὶ τῆς ἑτεροιώσεως, ὥστ’ εἶναι τοιοῦτον τὸν λόγον ‘‘φαντασία ἐστὶν ἑτεροίωσις ψυχῆς”, μηκέτι ἀτόπου ὄντος <τοῦ> τὸ αὐτὸ σῶμα, ὑφ’ ὲν [κατὰ τὸν αὐτὸν χρόνον] πολλῶν λῶν περὶ ἡμᾶς συνισταμένων φαντασιῶν, παμπληθεῖς ἀναδέχεσθαι ἑτεροιώσεις· ὥσπερ γὰρ ὁ ἀήρ, ὅταν ἅμα πολλοὶ φωνῶσιν, ἀμυθήτους ὑπὸ ‘ὲν καὶ διαφερούσας ἀναδεχόμενος πληγὰς εὐθὺς πολλὰς ἴσχει καὶ τἀς ἑτεροιώσεις, οὕτω καὶ τὸ ἡγεμονικὸν ποικίλως φαντασιούμενον ἀνάλογόν τι τούτῳ πείσεται.