Ancient Greek
229 to 233
Sextus Empiricus, Adversus mathematicos 229-2-233
Not analysed yet
οὐχ ἁπλοῖ δέ εἰσιν οἱ ἐκ τῶν ἁπλῶν πεπλεγμένοι καὶ ἔτι χρείαν ἔχοντες τῆς εἰς ἐκείνους ἀναλύσεως, ἴνα γνωσθῶσιν, ὅτι καὶ αὐτοὶ συνάγουσιν. τούτων δὲ τῶν οὐχ ἁπλῶν οἱ μὲν ἐξ ὁμογενῶν εἰσὶ συνεστῶτες, οἱ δὲ ἐξ ἀνομογενῶν, καὶ ἐξ ὁμογενῶν μὲν ὥσπερ οἱ ἐκ δυεῖν πρώτων ἀναποδείκτων πεπλεγμένοι ἤ ἐκ δυεῖν δευτέρων, ἐξ ἀνομογενῶν δὲ ὥσπερ οἱ ἐκ πρώτου <. . . . . >ἀναποδείκτου ἢ ἐκ δευτέρου καὶ τρίτου, καὶ κοινῶς οἱ τούτοις παραπλήσιοι. ἐξ ὁμογενῶν μὲν οὖν συνέστηκεν οἷον ὁ τοιοῦτος “εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν”. πέπλεκται γὰρ πρώτων δυεῖν ἀναποδείκτων, ὧς ἀναλύσαντες αὐτὸν εἰσόμεθα. γνωστέον γὰρ ὅτι θεώρημα διαλεκτικὸν ἔστιν εἰς τὰς τῶν συλλογισμῶν ἀναλύσεις παραδιδόμενον τοιοῦτον ‘‘ὅταν τά τινος συμπεράσματος συνακτικὰ λήμματα ἔχωμεν, δυνάμει κἀκεῖνο ἐν τούτοις ἔχομεν τὸ συμπέρασμα, κἂν κατ’ ἐκφορὰν μὴ λέγηται”. ἐπεὶ οὖν δύο ἔχομεν λήμματα, τό τε συνημμένον τὸ “εἰ ἡμέρα ἔστιν, <φῶς ἔστιν>”, ὅπερ ἄρχεται μὲν ἀπὸ ἀξιώματος τοῦ ‘‘ἡμέρα ἔστιν”, λήγει δὲ εἰς οὐχ ἀπλοῦν <τὸ> συνημμένον τὸ “εἰ ἡμέρα ἔστιν, φῶς ἔστιν”, καὶ ἔτι ἡγούμενον ἐν αὐτῷ τὸ ‘‘ἡμέρα ἔστιν”, ἐκ τούτων συναχθήσεται ἡμῖν πρώτῳ ἀναποδείκτῳ τὸ λῆγον ἐν ἐκείνῳ τῷ συνημμένῳ τὸ “εἰ ἄρα ἡμέρα ἔστιν, φῶς ἔστιν”. τοῦτ᾿ δυνάμει μὲν ἔχομεν ἐν τῷ λόγῳ συναγόμενον, κατὰ δὲ τὴν ἐκφορὰν παραλελειμμένον τάξαντες μετὰ Γῆς τοῦ ἐκκειμένου λόγου προσλήψεως τῆς ‘‘ἡμέρα ἔστιν”, ἕξομεν συναγόμενον τὸ “φῶς ἔστιν” πρώτῳ ἀναποδείκτῳ, ὅπερ ἐπιφορὰ τοῦ ἐκκειμένου λόγου. ὥστε δύο γίγνεσθαι πρώτους ἀναποδείκτους, ἕνα μὲν τὸν τοιοῦτον “εἰ ἡμέρα ἔστι, φῶς ἔστιν”, ἕτερον δὲ τὸν τοιοῦτον “εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν”.