Ancient Greek
231 to 233
Sextus Empiricus, Adversus mathematicos 231-233
Not analysed yet
ἀλλ’ εἴπερ οὔτε τὸ μένον τῷ μένοντι μονῆς ἐστιν αἴτιον οὔτε τὸ κινούμενον τῷ κινουμένῳ κινήσεως οὔτε τὸ μένον τῷ κινουμένῳ τοῦ κινεῖσθαι οὔτε τὸ κινούμενον τῷ μένοντι τοῦ μένειν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν ἄλλο τι προσεπινοεῖν, λεκτέον μηδὲν ὑπάρχειν αἴτιον. Πρὸς τούτοις, εἰ ἔστι τί τινος αἴτιον, ἤτοι τὸ ἅμα ὂν τοῦ ἅμα ὄντος ἐστὶν αἴτιον ἢ τὸ πρότερον τοῦ ὕστερον ἤ τὸ ὕστερον τοῦ πρότερον· οὔτε δὲ τὸ ἅμα ὂν τοῦ ἅμα ὄντος αἴτιόν ἐστιν οὔτε τὸ πρότερον τοῦ ὕστερον οὔτε τὸ ὕστερον τοῦ πρότερον, ὧς παραστήσομεν· οὐκ ἄρα ἔστι τι αἴτιον. τὸ μὲν οὖν ἅμα ὂν τοῦ ἅμα ὄντος οὐ δύναται τυγχάνειν αἴτιον διὰ τὸ συνυπάρχειν ἀμφότερα καὶ μὴ μᾶλλον τόδε τοῦδε γεννητικὸν ὑπάρχειν ἢ τόδε τοῦδε, ἑκατέρου τὴν ἴσην ὕπαρξιν ἔχοντος.