Ancient Greek
232 to 233
Sextus Empiricus, Adversus mathematicos 232-3-233
Not analysed yet
καὶ μὴν οἱ λέγοντες μὴ ὑπάρχειν τὸ πρῶτον σῶμα κατὰ τὸν Ἡράκλειτον οὐ κωλύονται χρόνον νοεῖν· εἰ δέ γε χρόνος ἦν τὸ πρῶτον κατὰ τὸν ῾Ηράκλειτον σῶμα, κἂν ἐκωλύοντο τὸν χρόνον νοεῖν· οὐκ ἄρα τὸ ὂν κατὰ τὸν ῾Ηράκλειτόν ἐστι χρόνος. τό τε ὂν κατὰ τὸν Ἡράκλειτον ἀήρ ἐστιν, ὧς φησὶν ὁ Αἰνησίδημος, μακρῷ δὲ ἀέρος διέφερεν ὁ χρόνος, καὶ ᾧ λόγῳ οὐθεὶς τὸ πῦρ ἢ τὸ ὕδωρ ἢ τὴν γῆν χρόνον λέγει εἶναι, τῷ αὐτῷ οὐδὲ τὸν ἀέρα φήσει· οὐ τοίνυν τὸ ὄν ἐστι χρόνος.