Ancient Greek
234 to 238
Sextus Empiricus, Adversus mathematicos 234-2-238
Not analysed yet
ἄλλοι δὲ ἀπὸ τῆς αὐτῆς ὁρμώμενοι δυνάμεως γλαφυρώτερον ἀπελογήσαντο. φασὶ γὰρ ψυχὴν λέγεσθαι διχῶς, τό τε συνέχον τὴν ὅλην σύγκρισιν καὶ κατ’ ἰδίαν τὸ ἡγεμονικόν. ὅταν γὰρ εἴπωμεν συνεστάναι τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος, ἤ τὸν θάνατον εἶναι χωρισμὸν ψυχῆς ἀπὸ σώματος, ἰδίως καλοῦμεν τὸ ἡγεμονικόν. ὡσαύτως δὲ καὶ ὅταν διαιρούμενοι φάσκωμεν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχὴν τὰ δὲ περὶ σῶμα τὰ δ’ ἐκτός, οὐ τὴν ὅλην ψυχὴν ἐμφαίνομεν ἀλλὰ τὸ ἡγεμονικὸν ταύτης μόριον· περὶ τούτῳ γὰρ τὰ πάθη καὶ τὰ ἀγαθὰ συνίσταται. διόπερ καὶ ὅταν λέγῃ ὁ Ζήνων (fr. 58 Arn.) φαντασίαν εἶναι τύπωσιν ἐν ψυχῇ, ἀκουστέον ψυχὴν οὐ τὴν ὅλην ἀλλὰ τὸ μόριον αὐτῆς, ἵνα ᾖ τὸ λεγόμενον οὕτως ἔχον ‘‘φαντασία ἐστὶν ἑτεροίωσις περὶ τὸ ἡγεμονικόν” ἀλλὰ κἂν οὕτως ἔχῃ, φασί τινες, πάλιν ἡμάρτηται. καὶ γὰρ ἡ ὁρμὴ καὶ ἡ συγκατάθεσις καὶ ἡ κατάληψις ἑτεροιώσεις μέν εἰσι τοῦ ἡγεμονικοῦ, διαφέρουσι δὲ τῆς φαντασίας· ἡ μὲν γὰρ πεῖσίς τις ἦν ἡμετέρα καὶ διάθεσις, αὗται δὲ πολὺ μᾶλλον ἢ ὁρμαὶ] ἐνέργειαί τινες ἡμῶν ὑπῆρχον. μοχθηρὸς ἄρα ἐστὶν <ὁ> ὅρος πολλοῖς καὶ πράγμασιν ἐφαρμοζόμενος· καὶ ὃν τρόπον ὁ τὸν ἄνθρωπον ὁρισάμενος καὶ εἰπὼν ὅτι ἄνθρωπός ἐστι ζῷον λογικόν, οὐχ ὑγιῶς τὴν ἔννοιαν τοῦ ἀνθρώπου ὑπέραψε διὰ τὸ καὶ τὸν θεὸν ζῷον εἶναι λογικόν, οὕτω καὶ ὁ τὴν φαντασίαν ἀποφηνάμενος ἑτεροίωσιν ἡγεμονικοῦ διέπεσεν· οὐ μᾶλλον γὰρ ταύτης ἢ ἑκάστης τῶν κατηριθμημένων κινήσεων ἐστιν ἀπόδοσις.