Ancient Greek
235 to 236
Sextus Empiricus, Adversus mathematicos 235-236
Not analysed yet
καὶ πάλιν ἐν διαλέξει ἀποβλέποντες πρὸς τοὺς παρόντας 〈τὰς〉 μὲν ἰδιωτικὰς λέξεις παραπέμεψομεν, τὴν δέ ἀστειοτέραν καὶ φιλολόγον συνήθειαν μετοδιώξομεν· ὡς γὰρ ἡ φιλολόγος γελᾶται παρὰ τοῖς ἰδιώταις, οὕτως ἡ ἰδιωτικὴ παρὰ τοῖς φιλολόγοις. δεξιῶς οὖν ἑκάστῃ πε- ριστάσει τὸ πρέπον ἀποδιδόντες δόξομεν ἀμέμπτως ἑλ- ληνίζειν. Ἄλλως τε, ἐπεὶ ἐγκαλοῦσιν ὡς ἀνωμάλῳ καὶ πολυειδεῖ τῇ συνηθείᾳ, καὶ ἡμεῖς ἀπὸ τῆς αὐτῆς ἀφορμῆς αὐτοῖς ἐγκαλέσομεν. εἰ γὰρ ἡ ἀναλογία ὁμοίου παράθεσίς ἐστι, τὸ δὲ ὅμοιον ἐκ τῆς συνηθείας, ἡ δὲ συνήθεια ἀνώμαλός τε καὶ ἄστατος, δεήσει καὶ τὴν ἀναλογίαν μὴ ἔχειν ἑστῶτα παραπήγματα.