Ancient Greek
236 to 239
Sextus Empiricus, Adversus mathematicos 236-2-239
Not analysed yet
ἀλλ’ εἰ μήτε τὸ ἅμα ὂν τοῦ ἅμα ὄντος μήτε τὸ πρότερον τοῦ ὑστέρου μήτε τὸ ὕστερον τοῦ προτέρου ἐστὶν αἴτιον, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐκ ἂν εἴη τι αἴτιον. Καὶ μὴν εἰ ἔστι τι αἴτιον, ἤτοι αὐτοτελῶς καὶ ἰδίᾳ μόνον προσχρώμενον δυνάμει τινός ἐστιν αἴτιον, ἤ συνεργοῦ πρὸς τοῦτο δεῖται τῆς πασχούσης ὕλης, ὥστε τὸ ἀποτέλεσμα κατὰ κοινὴν ἀμφοτέρων νοεῖσθαι σύνοδον. καὶ εἰ μὲν αὐτοτελῶς καὶ ἰδίᾳ προσχρώμενον δυνάμει ποιεῖν τι πέφυκεν, ὤφειλε διὰ παντός ἑαυτὸ ἔχον καὶ τὴν ἰδίαν δύναμιν πάντοτε ποιεῖν τὸ ἀποτέλεσμα καὶ μὴ ἐφ’ ὧν μὲν ποιεῖν ἐφ’ ὧν δὲ ἀπρακτεῖν. εἰ δέ, ὡς φασί τινες τῶν δογματικῶν, οὐ τῶν ἀπολελυμένων καὶ ἀφεστηκότων ἐστίν, ἀλλὰ τῶν πρός τι διὰ τὸ καὶ αὐτὸ πρὸς τῷ πάσχοντι θεωρεῖσθαι καὶ τὸ πάσχον πρὸς αὐτῷ, χεῖρόν τι ἀνακύψει.