Ancient Greek
240 to 241
Sextus Empiricus, Adversus mathematicos 240-241
Not analysed yet
πλὴν ἐκ τούτων συμφανές ὡς τῆς συνηθείας ἀνωμάλου καθε- στώσης οὐχ ἕστηκε τὰ παραπήγματα τῆς ἀναλογίας, ἀλλʼ ἀνάγκη ἀποστάντας αὐτῶν τοῖς κατὰ τὴν συνήθειαν σχη- μιατισμοῖς προσέχειν, παρέντας τὸ ἀνάλογον. Περὶ ἐτ υμολογία ς Πδ δέ αὐτὰ λεκτέον πρὸς αὐτούς καὶ ὅταν διʼ ἐτυμο- λογίας κρίνειν θέλωσι τὸν ἑλληνισμόν. πάλιν γὰρ ἤτοι σύμφωνός ἐστι τῇ συνηθεία ἡ ἐτυμολογία ἢ διάφωνος· καὶ εἰ μιέν σύμφωνος, παρέλκει, εἰ δέ διάφωνος, οὐ χρη- στέον αὐτῇ ὡς προσκοπὴν ἐμποιούσῃ μᾶλλον τοῦ βαρβα- ρίζειν ἢ σολοικίζειν. καὶ καθόλου μετακτέον τὰς ὁμοίας ἀντιρρήσεις ταῖς ἔμπροσθὲν ἡμῖν ἀποδοθείσαις.