Ancient Greek
241 to 242
Sextus Empiricus, Adversus mathematicos 241-3-242
Not analysed yet
ὥσθ᾿ ἕπεται τὸ μὴ μᾶλλον ἐν αὐτῷ ἢ ἐν τῷ πάσχοντι ὑποκεῖσθαι τὴν δραστήριον τοῦ ἀποτελέσματος δύναμιν. οἷον (ἔσται γὰρ σαφὲς τὸ λεγόμενον ἐπὶ ὑποδείγματος), εἴπερ τὸ πῦρ καύσεως ἐστιν αἴτιον, ἤτοι αὐτοτελῶς καὶ τῇ ἰδίᾳ μόνον προσχρώμενον δυνάμει καύσεως ἐστι ποιητικόν, ἢ συνεργοῦ δεῖται πρὸς τοῦτο τῆς καιομένης ὕλης. καὶ εἰ μὲν αὐτοτελῶς καὶ τῇ ἰδίᾳ φύσει ἀρκούμενον ποιεῖ τῆν καῦσιν, ἐχρῆν καὶ πάντοτε ἔχον αὐτὸ τὴν ἰδίαν φύσιν διὰ παντὸς καίειν. οὐχὶ δὲ πάντοτε καίει, ἀλλὰ τινὰ μὲν καίει τινὰ δὲ οὐ καίει· οὐκ ἄρα αὐτοτελῶς καὶ τῇ ἰδίᾳ φύσει προσχρώμενον καίει.