Ancient Greek
242 to 244
Sextus Empiricus, Adversus mathematicos 242-3-244
Not analysed yet
Ἐνέσται δὲ καὶ βραχέως τὰ προειρημένα περιλαβόντας τοιουτουσί τινας προτείνειν λόγους. εἰ τὰ φαινόμενα πᾶσι φαίνεται, τὰ δὲ σημεῖα οὐ πᾶσι φαίνεται, οὐκ ἔστι τὰ φαινόμενα σημεῖα. ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. καὶ πάλιν· εἰ τὰ φαινόμενα, καθόσον ἐστὶ φαινόμενα, διδασκαλίας οὐκ ἔχει χρείαν, τὰ δὲ σημεῖα, παρόσον ἐστὶ σημεῖα, διδασκαλίας ἔχει χρείαν, τὰ σημεῖα οὐκ ἔστι φαινόμενα. ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. Πρὸς μὲν οὖν τοὺς ἀξιοῦντας αἰσθητὸν εἶναι τὸ σημεῖον τοσαῦτα ἠπορήσθω· σκοπῶμεν δὲ καὶ τὴν ἀντικειμένην τούτοις στάσιν, φημὶ δὲ τῶν νοητὸν αὐτὸ προειληφότων καθεστάναι. βραχέα δὲ ἴσως δεήσει καὶ περὶ τοῦ ἀρέσκοντος αὐτοῖς προλαβεῖν, καθ᾿ ὃ ἀξίωμα θέλουσιν εἶναι τὸ σημεῖον, καὶ διὰ τοῦτο νοητόν. ὑπογράφοντες τοίνυν φασὶ (Stoic. fr. II 221 Arn.)