Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 244-4
Not analysed yet
ἤτοι γὰρ ὁ φρόνιμος τὸν φρόνιμον ταύτην διδάξει ἢ ὁ ἄφρων τὸν ἄφρονα ἢ ὁ ἄφρων τὸν φρόνιμον ἢ ὁ φρόνιμος τὸν ἄφρονα. οὔτε δὲ ὁ φρόνιμος τὸν φρόνιμον λέγοιτ᾿ ἂν ταύτην διδάσκειν ἀμφότεροι γὰρ τέλειοι κατ᾿ ἀρετήν εἰσι καὶ οὐθέτερος αὐτῶν δεῖται μαθήσεως) ᾿οὔτε ὁ ἄφρων τὸν ἄφρονα, (ἀμφότεροι γὰρ χρείαν ἔχουσι μαθήσεως καὶ οὐθέτερος αὐτῶν <ἐστι> φρόνιμος, ἴνα τὸν ἕτερον διδάξῃ).