Ancient Greek
245 to 246
Sextus Empiricus, Adversus mathematicos 245-246
Not analysed yet
τοίνυν ὡς ταῦτα χωρίς ἐτυμολογίας πεπίστευται διότι ἐστὶν ἑλληνικά, τῆς συνηθείας αὐτοῖς χρωμένης, οὕτω καὶ τὸ προσκεφάλαιον δίχα ἐτυμολογίας ἔσται πιστόν. ἄλλως τε ἐνίοτε τὸ αὐτὸ πρᾶγμα δυσὶν ὀνόμασι καλεῖται, τῷ μὲν ἐτυμολογίαν ἐπιδεχομένῳ τῷ δὲ ἀνετυμολογήτῳ, καὶ οὐ διὰ τοῦτο τὸ μὲν ἔτυμον λέγεται ἑλληνικὸν τὸ δέ ἀνέτυμον βαρβαρικόν, ἀλλʼ ὡς ἐκεῖνο ἑλληνικόν, οὕτω καὶ τοῦτο· οἷον τὸ ὑφοʼ ἡμῶν καλούμενον ὑποπόδιον θηναῖοι καὶ Κῷοι χελωνίδα καλοῦσιν ἀλλὰ ἔστι τὸ μὲν ὑποπόδιον ἔτυμον, ἡ δέ χελωνὶς ἀνέτυμον, καὶ οὐ διὰ τοῦτο οἱ μὲν Πθηναῖοι λέγονται βαρβαρίζειν ἡμεῖς δέ ἑλληνίζειν, ἀλλʼ ἀμφότεροι ἑλληνίζειν.