Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 246
Not analysed yet
ἀπὸ μὲν οὖν ἀληθοῦς ἀρχόμενον ἐπ’ ἀληθὲς λήγει τὸ “εἰ εἰσὶ θεοί, προνοίᾳ θεῶν διοικεῖται ὁ κόσμος”, ἀπὸ ψεύδους δὲ ἐπὶ ψεῦδος τὸ “εἰ πέταται ἡ γῆ, πτέρυγας ἔχει ἡ γῆ” ,ἀπὸ ψεύδους δὲ <ἐπ᾿> ἀληθὲς “εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ” ,ἀπὸ δὲ ἀληθοῦς ἐπὶ ψεῦδος τὸ “εἰ κινεῖται οὗτος, περιπατεῖ οὗτος”, μὴ περιπατοῦντος μὲν αὐτοῦ, κινουμένου δέ.