Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 246-3
Not analysed yet
ὃ καὶ αὐτὸ τῶν ἀπόρων. εἰ γὰρ ἡ φρόνησίς ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων, ὁ ἄφρων μὴ ἔχων τινὰ φρόνησιν, ἄγνοιαν δὲ ἔχων τούτων πάντων, διδάσκοντος τοῦ φρονίμου τὰ ἀγαθὰ καὶ κακὰ καὶ οὐθέτερα ἀκούσεται μόνον τῶν λεγομένων, οὐ γνώσεται δ᾿ αὐτά. εἰ γὰρ ἀντ’ ἀντιλαμβάνοιτο αὐτῶν ἐν ἀφροσύνῃ καθεστώς, ἔσται ἡ ἀφροσύνη τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων γνωριστική. οὐχὶ δέ γε τούτων κατ’ αὐτούς ἐστιν ἡ ἀφροσύνη θεωρητική· ὁ ἄρα ἄφρων οὐκ ἀντιλήψεται τῶν ὑπὸ τοῦ φρονίμου λεγομένων ἤ πραττομένων κατὰ τὸν τῆς φρονήσεως λόγον.