Ancient Greek
248 to 250
Sextus Empiricus, Adversus mathematicos 248-3-250
Not analysed yet
καὶ μὴν οὐδὲ πολλάς, ἐπεὶ ἐχρῆν πάσας ἐπὶ πάνtvn ἐνεργεῖν, οἷον πάντα φλέγειν ἢ πάντα χεῖν ἢ πάντα πηγνύναι. εἰ δὲ μήτε μίαν ἔχει δύναμιν μήτε πολλάς, οὐκ ἂν εἴη τινὸς αἴτιον. Ναί, ἀλλ’ εἰώθασι πρὸς τοῦτο ὑποτυγχάνειν οἱ δογματικοί, λέγοντες ὅτι παρά τὰ πάσχοντα καὶ τὰ διαστήματα πέφυκεν ἐξαλλάσσεσθαι τὰ γινόμενα ὑπὸ τοῦ αὐτοῦ αἰτίου ἀποτελέσματα, καθάπερ τοῦ ἡλίου. σύνεγγυς μὲν γὰρ ὢν τοῖς Αἰθίοψιν ἔοικε καίειν, μετρίως δὲ ἡμῶν ἀφεστηκὼς στηκὼς θάλπειν, πολὺ δὲ τῶν Ὑπερβορέων κεχωρισμένος θάλπει μὲν οὐδαμῶς, καταυγάζει δὲ μόνον· καὶ πήττει μὲν τὸν πηλὸν τὸ ὑδατῶδες τοῦ γεώδους ἐξατμίζων, τήκει δὲ τὸν κηρὸν διὰ τὸ μὴ ἔχειν τὴν τοῦ πηλοῦ ἰδιότητα.