Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 25-2
Not analysed yet
τὸ μέν γὰρ ἀναστρέφειν καὶ λέγειν ὡς καὶ φι- λοσόφους ἐξώρισάν τινες τῶν Ἑλληνίδων πόλεων, εὔηθές ἐστιν. πρῶτον μέν γὰρ οὐκ ἄν ἔχοιεν τούτῳ παρασχεῖν μαρτυρίαν ὧσπερ ἐπὶ ῥητορικῆς οἱ τοὐναντίον συναγαγόν- τες· ἔπειτα εἰ καὶ ἐξέβαλόν τινες τῶν πόλεων φιλοσοφίαν, οὐ κατὰ γένος πᾶσαν ἐξέβαλον ἀλλὰ τινὰς αἱρέσεις, οἷον τὴν Ἐπικούρειον ὡς ἡδονῆς διδάσκαλον, τὴν Σωκρατικὴν δὲ ὡς ἐκφαυλίζουσαν τὸ θεῖον. αἱ μέντοι γε προειρημέ- ναι πόλεις οὐ τινὰ μὲν παρῃτήσαντο ῥητορικὴν τινὰ δέ προσήκαντο, ἀλλὰ κοινῶς πᾶσαν περιέστησαν.