Ancient Greek
25 to 27
Sextus Empiricus, Adversus mathematicos 25-3-27
Not analysed yet
πᾶν ἄρα τὸ ἐν τοῖς αἰσθητοῖς σημεῖόν τινος καὶ ἄκρον μέγε- θος ἔχον οὐκ ἔστιν ἀδιάστατον. ὅθεν εἰ καὶ τὸ νοητὸν μεταβατικῶς ἀπὸ τοῦ αἰσθητοῦ νοοῦμεν, σὺν τούτῳ καθ- εστὼς σημεῖον καὶ πέρας γραμμῆς αὐτὸ νοήσομεν, σὺν τῷ καὶ 〈συμ 〉πληρωτικὸν αὐτῆς ὑπάρχειν, ὥστε καὶ αὐτὸ διάστασιν ἕξει πάντως, ὃ γε διαστάσεώς ἐστι περιποιη- τικόν. ἄλλως τε τὴν ἀπὸ τοῦ κέντρου ἐκβληθεῖσαν εὐ- θεῖάν φασι περιαγομένην τῷ πέρατι ἑαυτῆς κυκλογραφεῖν τὴν ἐπίπεδον. ἐπεὶ οὖν τὸ ἄκρον ταύτης τῆς εὐθείας ἐστὶ σημεῖον, καὶ τοῦτο περιαγόμενον καταμετρεῖ τὴν περιφέ- ρειαν, ἔσται τοῦτο συμπληρωτικὸν τῆς περιφερείας· ἡ δέ γε περιφέρεια διάστασιν εἶχεν· τοίνυν καὶ τὸ συμπλη- ρωτικὸν αὐτῆς σημεῖον ἕξει τινὰ διάστασιν. ἣ γε μὴν σφαῖρα καθʼ ἓν σημεῖον ἀξιοῦται τῆς ἐπιπέδου ἅπτεσθαι, ἐκκυλιομένη τε γραμμὴν ποιεῖν, δῆλον ὡς τῶν ἐπικατα- πιπτόντων σημείων τὴν ὅλην συντιθέντων γραμμήν. τοί- νυν εἰ τοῦ μεγέθους τῆς γραμμῆς συμπληρωτικόν ἐστι τὸ σημεῖον, ἕξει καὶ αὐτὸ μέγεθος. συγκεχώρηται δὲ τοῦ μεγέθους τῆς γραμμῆς συμπληρωτικὸν αὐτὸ τυγχάνειν· καὶ αὐτὸ ἄρα μέγεθος ἕξει καὶ οὐκ ἀδιάστατον γενήσεται.