Ancient Greek
25 to 29
Sextus Empiricus, Adversus mathematicos 25-7-29
Not analysed yet
παντός τε ἀδήλου ἀληθοῦς ὄντος ἔσται τὰ μαχόμενα ἀληθῆ, καθάπερ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας καὶ τὸ περισσούς· ἐπ’ ἴσης γάρ ἐστιν ἄδηλα, καὶ πάντα τὰ ἄδηλα ἔσται ἀληθῆ. οὐχὶ δέ γε τὰ μαχόμενα δύναται εἶναι ἀληθῆ· οὐκ ἄρα πάντα τὰ ἄδηλά ἐστιν ἀληθῆ. καὶ μὴν οὐδὲ τινὰ τῶν ἀδήλων ἐστὶν ἀληθῆ. τὸ γὰρ τουτὶ μὲν τὸ ἄδηλον ἀληθὲς εἶναι, τουτὶ δὲ ψεῦδος, ἤτοι αὐτόθεν λέγεται καὶ χωρὶς κριτηρίου ἢ σὺν κριτηρίῳ. καὶ εἰ μὲν ἐξ ἑτοίμου λέγεται, οὐδὲν ἕξομεν λέγειν πρὸς τὸν τοὐναντίον ἀληθὲς ἀποφαινόμενον. εἰ δὲ σὺν κριτηρίῳ, πάντως τοῦτο τὸ κριτήριον ἢ φαινόμενόν ἐστιν ἢ ἄδηλον. καὶ εἰ μὲν φαινόμενόν ἐστι, ψεῦδος ἔσται τὸ ἀρχῆθεν ὑποκείμενον, τὸ μόνον ἀληθὲς εἶναι τὸ ἄδηλον. εἶτα καὶ αὐτὸ ᾧ κρίνομεν τὸ φαινόμενον, πόθεν ὅτι ἀληθές ἐστιν; εἰ μὲν αὐτόθεν, καὶ τὸ ὅτι οὐκ ἔστιν ἀληθὲς αὐτόθεν λεγόμενον ἔσται πιστόν· εἰ δὲ ἐκ φαινομένου, κἀκεῖνο τὸ φαινόμενον ἐξ ἄλλου ληφθήσεται φαινομένου, καὶ μέχρις ἀπείρου· εἰ δὲ ἐξ ἀδήλου, ὁ δι’ ἀλλήλων συστήσεται τρόπος, μήτε τὸ φαινόμενον δυναμένων ἡμῶν ἔχειν πιστὸν δίχα τοῦ ἀδήλου μήτε τὸ ἄδηλον βέβαιον χωρὶς τοῦ φαινομένου. τοίνυν οὐδὲ τὸ ἄδηλον δύναται εἶναι ἀληθές.