Ancient Greek
252 to 253
Sextus Empiricus, Adversus mathematicos 252-4-253
Not analysed yet
Καὶ μὴν εἰ ἔστι τί τινος αἴτιον, ἤτοι κεχώρισται τῆς πασχούσης ὕλης ἢ σύνεστιν αὐτῇ· οὔτε δὲ κεχωρισμένον αὐτῆς δύναται τυγχάνειν αἴτιον τοῦ πάσχειν αὐτὴν οὔτε συνὸν αὐτῇ, καθὼς παραστήσομεν· οὐκ ἄρα ἔστι τί τινος αἴτιον. καὶ δὴ κεχωρισμένον μὲν αὐτῆς αὐτόθεν οὔτε αὐτὸ αἴτιόν ἐστι, μὴ παρούσης τῆς πρὸς ἣν λέγεται αἴτιον, οὔτε ἐκείνη πάσχει, μὴ συμπαρόντος τοῦ ποιοῦντος.