Ancient Greek
255 to 257
Sextus Empiricus, Adversus mathematicos 255-4-257
Not analysed yet
εἶτα καὶ δεδόσθω ταῖς ἀληθείαις αἰωνίους εἶναι τἀς ἀτόμους· ἀλλ’ ὃν τρόπον οἱ ἀγένητον καὶ αἰώνιον ἀπολείποντες τὸν κόσμον οὐδὲν ἧττον πρὸς ἐπίνοιαν ζητοῦσι τἀς πρῶτον συστησαμένας αὐτὸν ἀρχάς, οὕτω καὶ ἡμεῖς, φασὶν οἱ Πυθαγορικοί, τῶν φυσικῶν φιλοσόφων κατ’ ἐπίνοιαν σκεπτόμεθα τὸ ἐκ τίνων τὰ αἰώνια ταῦτα καὶ λόγῳ θεωρητὰ συνέστηκε σώματα. ἤτοι οὖν σώματά ἐστι τὰ συστατικὰ αὐτῶν ἢ ἀσώματα. καὶ σώματα μὲν οὐκ ἂν εἴπαιμεν, ἐπεὶ δεήσει κἀκείνων σώματα λέγειν εἶναι συστατικὰ καὶ οὕτως εἰς ἄπειρον προβαινούσης τῆς ἐπινοίας ἄναρχον γίνεσθαι τὸ πᾶν. λείπεται ἄρα λέγειν ἐξ ἀσωμάτων εἶναι τὴν σύστασιν τῶν νοητῶν σωμάτων· ὅπερ καὶ Ἐπίκουρος ὡμολόγησε ,φήσας κατὰ ἀθροισμὸν σχήματός τε καὶ μεγέθους καὶ ἀντιτυπίας καὶ βάρους τὸ σῶμα νενοῆσθαι. ᾿Αλλ᾿ ὅτι ἀσωμάτους εἶναι δεῖ τὰς ἀρχὰς τῶν λόγῳ θεωρητῶν σωμάτων, ἐκ τῶν εἰρημένων συμφανές.