Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 256-2
Not analysed yet
. >ὥσθ’ ἡ μὲν καταληπτικὴ φαντασία κριτήριόν ἐστι μηδὲν ἔχουσα ἔνστημα, αὗται δὲ καταληπτικαὶ μὲν ἦσαν, εἶχον δὲ ἐνστάσεις· ὅ τε γὰρ Ἄδμητος ἐλογίζετο ὅτι τέθνηκεν ἡ Ἄλκηστις καὶ ὅτι ὁ ἀποθανὼν οὐκέτι ἀνίσταται, ἀλλὰ δαιμόνιά τινά ποτε ἐπιφοιτᾷ· ὅ τε Μενέλαος συνεώρα ὅτι ἀπολέλοιπεν ἐν τῇ νηὶ φυλαττομένην τὴν Ἑλένην, καὶ οὐκ ἀπίθανον μέν ἐστιν Ἑλένην μὴ εἶναι τὴν ἐπὶ τῆς Φάρου εὑρεθεῖσαν, φάντασμα δέ τι καὶ δαιμόνιον.