Ancient Greek
26 to 30
Sextus Empiricus, Adversus mathematicos 26-3-30
Not analysed yet
καὶ μὴν οὐδʼ ἀπὸ τῆς ὑπολειπομένης ἐννεάδος ἡ ἆρσις αὐτῆς γίνεται· πῶς γὰρ ἔτι μετὰ τὴν ἆρσιν αὐτῆς σῶός ἐστιν ἡ ὑποκειμένη ἐν- νεάς; ἀλλʼ εἰ μήτε ἀφʼ ὅλης τῆς δεκάδος αἴρεται ἡ μονὰς μήτε ἀπὸ τῆς ὑπολειπομένης ἐννεάδος, οὐδεὶς ἀριθμὸς κατὰ ἀφαίρεσιν συνίσταται. ἄλλως τε, εἰ ἀπὸ τῆς ἐννεά- δος αἴρεται ἡ μονάς, ἤτοι ἀπὸ ὅλης αἴρεται ἢ ἀπὸ τῆς τελευταίας αὐτῆς μονάδος. καὶ εἰ μὲν ἀπὸ ὅλης τῆς ἐν- νεάδος ἀφαιρεῖται ἡ μονάς, ἔσται ἆρσις τῆς ἐννεάδος τὸ γὰρ ἀφαιρούμενον ἀφʼ ἑκάστης μονάδος, τῶν κατὰ μέρος μονάδων ἐννέα οὐσῶν, τὸν τῆς ἐννεάδος ἀριθμὸν συντί- θησιν. εἰ δὲ ἀπὸ τῆς τελευταίας μονάδος γίνεται τὰ τῆς ἀφαιρέσεως, πρῶτον μὲν καὶ ἡ τελευταία μονάς, ἀμερὴς οὖσα, δειχθήσεται μεριστὴ τυγχάνειν, ὅπερ ἄτοπον εἶτα εἰ ἀπὸ τῆς τελευταίας μονάδος αἴρεται ἡ μονάς, οὐ δυ- νήσεται ἔτι ὁλόκληρος μένειν ἡ ἐννεάς. καὶ ἄλλως, εἴπερ ἀπὸ τῆς δεκάδος γίνεται ἡ τῆς μονάδος ἆρσις, ἤτοι ἀπὸ οὔσης γίνεται τῆς δεκάδος ἆρσις ἢ ἀπὸ μὴ οὔσης οὔτε δὲ ἀπὸ τῆς οὕσης γένοιτʼ ἄν (ἐφʼ ὅσον γὰρ μένει χρόνον δεκάς, οὐδὲν ἀπʼ αὐτῆς ἀφαιρεθῆναι δύναται ὡς δεκάδος, ἐπεὶ οὐκέτι ἔσται δεκάς) οὔτε ἀπὸ μὴ οὔσης ἀπὸ γὰρ τοῦ μὴ ὄντος οὐδὲ ἀρθῆναί τι πέφυκεν. καὶ 〈μὴν〉 παρὰ τὸ εἶναι ἢ μὴ εἶναι οὐδὲν ἔστι νοῆσαι· οὐκ ἄρα αἴρεταί τι ἀπὸ τῆς δεκάδος. Ἀλλʼ ὅτι μὲν ἀμήχανόν ἐστι κατ᾿ ἀφαίρεσιν ἀριθμόν τινα νοεῖν,