Ancient Greek
ΠΡΟΣ ΑΡΙΘΜΗΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 25-4
Not analysed yet
ἀλλʼ ἑτέρα μὲν τῶν κατὰ μέρος μονάδων οὐκ ἔστιν ἡ δεκάς· καὶ γὰρ ἀναιρεθεισῶν ἐκείνων οὐδʼ ἔστι δεκάς, καὶ τῆς δεκάδος ἀναιρεθείσης ὁμοίως αἱ μονάδες οὐκέτι ὑπάρχουσιν. εἰ δὲ ἡ αὐτὴ ταῖς μονάσιν ἐστὶν ἡ δεκάς, τουτέστιν εἰ αἱ κατὰ μέρος μονάδες εἰσὶ δεκάς, δῆλον ὡς εἴπερ ἀπὸ τῆς δεκάδος ἡ τῆς μονάδος ἀφαίρε- σις γίνεται, ἀφʼ ἑκάστης μονάδος ἀφαιρεθήσεται (αἱ γὰρ κατὰ μέρος μονάδες ἦσαν ἡ δεκάς), καὶ οὕτως οὐκέτι ἔσται μονάδος ἆρσις ἀλλὰ δεκάδος. ὥστε οὐκ ἀπὸ ὅλης |τῆς δεκάδος αἴρεται ἡ μονάς.