Ancient Greek
ΠΡΟΣ ΜΟΥΣΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 26-4
Not analysed yet
νὴ Δίʼ, ἀλλὰ καὶ οἱ ἥρωες τὰς ἑαυτῶν γυναῖκας ᾠδοῖς τισὶν ὡς σώφροσι φύλαξι παρακατετίθεντο, καθάπερ ὁ Ἀγα- μέμνων τὴν Κλυταιμνήστραν. ταῦτα δὲ ἤδη μυθολογούν- των ἐστὶν ἀνδρῶν, εἶτα καὶ παρὰ πόδας αὑτοὺς διε- λεγχόντων· πῶς γάρ, εἴπερ μουσικὴ περὶ τῆς τῶν παθῶν ἐπανορθώσεως ἐπιστεύετο, τὸν μὲν Ἀγαμέμνονα ἡ Κλυ- ταιμνήστρα ἐπὶ τῆς ἰδίας ἑστίας κατέκτανεν ὥσπερ βοῦν ἐπὶ φάτνῃ (Hom. λ 41 1), εἰς δέ τούς Ὀδυσσέως οἴκους ἡ Πηνελόπη ὄχλον ἄσωτον ἐπιδέχεται μειρακίων, ἀεὶ δέ τὰς ἐπιθυμίας αὐτῶν ἐλπιδοκοποῦσα καὶ παρούξουσα μοχθηρότερον καὶ χαλεπώτερον τῆς ἐπὶ Ἴλιον στρατείας τὸν ἐν Ἰθάκῃ πόλεμον ἤγειρε τῷ γήμαντι;