Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 26-6
Not analysed yet
ἔνιοι δὲ (Aristot. fr. 11 Rose) ἐπὶ τὴν ἀπαράβατον καὶ εὔτακτον τῶν οὐρανίων κίνησιν παραγινόμενοι φασὶ τὴν ἀρχὴν ταῖς τῶν θεῶν ἐπινοίαις ἀπὸ ταύτης γεγονέναι πρῶτον· ὥσπερ γὰρ εἰ τις ἐπὶ τῆς Τρωικῆς καθεζόμενος Ἴδης ἑώρα τὴν τῶν ‘Eλλήνων στρατείαν μετὰ πολλοῦ κόσμου καὶ τάξεως τοῖς πεδίοις προσιοῦσαν (Δ 297), ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφιν. πεζοὺς δ’ ἐξόπιθεν. πάντως ἂν ὁ τοιοῦτος εἰς ἔννοιαν ἦλθε τοῦ ὅτι ἔστι τις ὁ διατάσσων τὴν τοιαύτην τάξιν καὶ ἐγκελευόμενος τοῖς ὐπ’ αὐτὸν κοσμουμένοις στρατιώταις, οἷον Νέστωρ ἢ ἄλλος τις τῶν ἡρώων, ὃς ᾔδει (B 554) κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας, καὶ ὃν τρόπον ὁ ἔμπειρος νεώς,