Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 26-7
Not analysed yet
τὸ γὰρ εἶδος ἀχώριστόν ἐστι τῆς Ὕλης, καθάπερ ἐπὶ τοῦ ἀνδριάντος ἀχώριστόν ἐστι τοῦ ὑποκειμένου χαλκοῦ, ὁ δὲ τόπος χωρίζεται τοῦ σώματος· μεταβαίνει γὰρ ἐκεῖνο καὶ εἰς ἕτερον μεθίσταται τόπον μὴ συμμεταβαίνοντος αὐτῷ τοῦ ἐν ᾧ περιείχετο τόπου. ὥστε εἰ τὸ μὲν εἶδος ἀχώριστόν ἐστι τῆς ὕλης, ὁ δὲ τόπος χωρίζεται ταύτης, οὐκ ἂν εἴη τὸ εἶδος ὁ τόπος. καὶ πάλιν τὸ μὲν εἶδος συμμεταβαίνει τῇ ὕλῃ, ὁ δὲ τόπος, ὧς προεῖπον, οὐ συμμεταβαίνει τῷ σώματι· τοίνυν οὐδὲ εἶδός ἐστιν ὁ τόπος.