Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 261-2
Not analysed yet
Τοιοῦτο μὲν καὶ τὸ τῶν Στωικῶν ἐστὶ δόγμα· πάσης δὲ σχεδὸν τῆς περὶ κριτηρίου διαφωνίας ὐπ’ ὄψιν κειμένης, καιρὸς ἂν εἴη τῆς ἀντιρρήσεως ἐφάπτεσθαι καὶ ἐπὶ τὸ κριτήριον ἐπανάγειν. καθὼς οὖν προεῖπον (§47 sqq.) ,οἱ ἐν τῷ λόγῳ οἱ δὲ ἐν ταῖς ἀλόγοις αἰσθήσεσιν οἱ δὲ ἐν ἀμφοτέροις τοῦτο ἀπέλιπον, καὶ οἱ μὲν τὸ ὑφ’ οὖ ὧς τὸν ἄνθρωπον, θρωπον, οἱ δὲ τὸ δι’ οὗ ὧς τὴν αἴσθησιν καὶ διάνοιαν, οἱ δὲ τὸ ὧς προσβολὴν καθάπερ τὴν φαντασίαν.