Ancient Greek
262 to 266
Sextus Empiricus, Adversus mathematicos 262-266
Not analysed yet
Eῖῖύλαρχος (81 F 18 EGrHist) δὲ ἐν τῇ ἐνάτῃ διὰ τὸ τοὺς ὖινέως υἱοὺς τυφλωθέντας ἀποκαταστῆσαι, χα- ριζόμενον αὐτῶν τῇ μητρὶ Κλεοπάτρα τῇ Ἐρεχθέως, Τελέσαρχος (309 Fr. 2 FGrHist) δὲ ἐν τῷ Ἀργολικῷ ὅτι τὸν Ὠρίωνα ἐπεβάλετο ἀναστῆσαι. οὐ τοίνυν τῆς οὕτως ἀπὸ ψευδοῦς ὑποθέσεως ἀρχομένης καὶ ἀδιεξιτή- του κατὰ πλῆθος καὶ πρὸς τὴν ἑκάστου προαίρεσιν μεταπλαττομένης γένοιτʼ ἄν τις τεχνικὴ θεωρία. Πρὸς τούτοις ἐπεὶ τῶν ἱστορουμένων τὸ μέν ἐστιν ἱστορία τὸ δὲ μῦθος τὸ δὲ πλάσμα, ὡν ἡ μὲν ἱστορίαι ἀληθῶν τινῶν ἐστι καὶ γεγονότων ἔκθεσις, ὡς ὅτι Ἀλέ- ξανδρος ἐν Βοβυλῶνι διʼ ἐπιβούλων φαρμακευθεὶς ἐτε- λεύτα, πλάσμα δέ πραγμάτων μὴ γενομένων μέν ὁμοίως δὲ τοῖς γενομένοις λεγομένων, ὡς αἱ κωμικαὶ ὑποθέσεις καὶ οἱ μῖμοι, μῦθος δέ πραγμάτων ἀγενήτων καὶ ψευ- δῶν ἔκθεσις, ὡς ὅτι τὸ μὲν τῶν φαλαγγίων καὶ ὄφεων γένος Τιτήνων ἐνέπουσιν ἀφʼ αἱματος ἐζωγονῆσθαι, τὸν δέ Πήγασον λαιμοτομηθείσης τῆς Γοργόνος ἀπὸ τῆς κεφαλῆς ἐκθορεῖν, καὶ οἱ μὲν Διομήδους ἑταῖροι εἰς θαλασσίους μετέβαλον ὄρνις, ὁ δὲ Ὁδυσσεὺς εἰς ἵππον, ἡ δὲ Eκάβη εἰς κύνα, τοιαύτης δέ οὐσης 〈τῆς〉 τῶν ἱστοριῶν διαφορᾶς, ἐπεὶ οὐκ ἔστι τέχνη τις περὶ τὰ ψευδῆ καὶ ἀνύπαρκτα, ψευδῆ δέ ἐστι καὶ ἀνύπαρκτα τὰ περὶ τοὺς μύθους καὶ τὰ πλάσματα, περὶ ἅ μάλιστα τοῦ ἱστορικοῦ μέρους ἠ γραμματικὴ καταγίνεται, οὐκ ἂν εἴη τις τέχνη περὶ τὸ ἱστορικὸν μέρος 〈τῆς〉 γραμματικῆς. ὅθεν καταγελᾶν ἄξιον τῶν λεγόντων ὅτι εἰ καὶ ἡ ὕλη τῆς ἱστορίας ἐστὶν ἀμέθοδος, ἡ μέντοι κρίσις ταύτης γενήσεται τεχνική, διʼ ἧς γιγνώσκομεν τί τε ψευδῶς ἱστόρηται καὶ τί ἀληθῶς.