Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 262-4
Not analysed yet
εἰ γὰρ τὸ ὅλον τοῦ μέρους ἅψεται, ἔσται καἰ τὸ ὅλον συνυποστελλόμενον τῷ μέρει μέρος καὶ τὸ μέρος ἀντιπαρεκτεινόμενον τῷ ὅλῳ ὅλον· τὸ γὰρ ἴσον τῷ μέρει τὴν τοῦ μέρους εἶχεν ἀναλογίαν, καὶ τὸ ἴσον τῷ ὅλῳ τὴν τοῦ ὅλου. τελέως δὲ ἀπερρωγός ἐστιν ἢ τὸ ὅλον ποιεῖν μέρος ἢ τὸ μέρος ἴσον ἀξιοῦν εἶναι τῷ ὅλῳ. τοίνυν οὐδὲ τὸ ὅλον τοῦ μέρους ἅπτεται.